Prayers and hymns Epictetus
Prayer of self-examination in illness and death
Discourses 3.5.7–10
Historical translation
Thomas Wentworth Higginson, 1890
Compared with Perseus; corrected its OCR “snare” to “share” and omitted context outside 3.5.7–10.
Greek
The ancient words
ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ ἢ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵνʼ ἀπαθής, ἵνʼ ἀκώλυτος, ἵνʼ ἀνανάγκαστος, ἵνʼ ἐλεύθερος. ταῦτα ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵνʼ εἰπεῖν δύνωμαι τῷ θεῷ μή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθήσεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτʼ ἐνεκάλεσα; μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόσησα, ὅτε ἠθέλησας· καὶ οἱ ἄλλοι, ἀλλʼ ἐγὼ ἑκών. πένης ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ οὐκ ἠθέλησας· οὐδέποτʼ ἐπεθύμησα ἀρχῆς. μή τί με τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ, ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ τι σημαίνεις; νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύρεως· ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοικήσει σου συμπαρακολουθῆσαι .
Literal English
Editorial draft · developed with AI assistance
An aid to reading that has not received independent specialist review. About this rendering
Sources & notes
Historical editions may include surrounding context or use different phrasing. Parallel columns compare passages; their lines are not word-for-word alignments.