Prayers and hymns Epictetus
Prayer concerning remaining alive or departing
Discourses 3.24.96–102
Historical translation
Thomas Wentworth Higginson, 1890
Text matched to linked transcription; typography normalized.
Greek
The ancient words
ἔτι μʼ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας· σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς. ἀλλʼ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο· καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, διʼ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι. πῶς ἀπέρχῃ; πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων. μέχρι δʼ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω. ποῦ δέ μʼ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο. ἄν μʼ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλʼ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν· οὐκ ἀπολείπω σε· μὴ γένοιτο· ἀλλʼ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις. ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθʼ ὧν εἰμί.
Literal English
Editorial draft · developed with AI assistance
An aid to reading that has not received independent specialist review. About this rendering
Sources & notes
Μυριάκις means “ten thousand times”; Higginson renders it “a thousand times.”
Historical editions may include surrounding context or use different phrasing. Parallel columns compare passages; their lines are not word-for-word alignments.