Prayers and hymns Cleanthes
Hymn to Zeus
Hymn to Zeus, lines 1–39
Original text
Greek
The ancient words
Κύδιστ᾽ ἀθανάτων, πολυώνυμε, παγκρατὲς ἀεὶ Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος ἐσμέν, ἑνὸς μίμημα λαχόντες μοῦνον, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν. τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω. σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν. τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ᾽ ἐρρίγασιν, ᾧ σὺ κατευθύνεις κοινὸν λόγον ὃς διὰ πάντων φοιτᾷ, μιγνύμενος μεγάλους μικροῖς τε φάεσσιν, ὡς τόσσος γεγαὼς, ὕπατος βασιλεὺς διὰ παντός. οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθανὶ σοῦ δίχα, δαῖμον, οὔτε κατ᾽ αἰθέριον θεῖον πόλον οὔτ᾽ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις. ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τὰ ἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν ἅπαντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν, αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ᾽ ἄλλα. οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἱ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα, σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε, ἀνθρώπους ῥύσιο ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς, ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
Modern rendering
Close to the words
Literal English · editorial draft
An editorial aid to reading, not a substitute for the original. About this rendering
Historical translation
1881 · Source edition ↗
Text matched to linked transcription; typography normalized.
Read with context
Sources & notes
The Greek follows the text printed with Blakeney’s 1921 edition. Line 4 is textually disputed: “an image of the One” reflects this edition’s reading, not an uncontested original.
Historical editions may include surrounding context or use different phrasing. Parallel columns compare passages; their lines are not word-for-word alignments.
The source review is selective. Additional prototype transcriptions are preserved in the repository pending verification. Editorial method →